TLG 1753 002 :: XENION :: Fragmenta Fragmenta Source: Müller, K. (ed.), FHG 4. Paris: Didot, 1841–1870: 528–529. frr. 1–14 Citation: Fragment — (line) | ||
t1-14 | ΚΡΗΤΙΚΑ. | |
1 | Tzetzes ad Lyc. 1214: Καὶ Ξενίων δὲ ἐν τῷ Περὶ Κρήτης τὰς ἑκατὸν πόλεις τῆς Κρήτης κατ’ ὄνομα λέγει. | |
2 | Etym. M.: Ἀρκέσιον· οὕτω καλού‐ μενον ἄντρον τῆς Κρητικῆς Ἴδης, παρὰ τὸ ἀρκέσαι, τὸ βοηθῆσαι. Φασὶν αὐτὸ ὑπὸ τῶν Κουρήτων ὀνομα‐ σθῆναι, ὅτι τὸν Κρόνον αὐτοῖς φεύγουσι καὶ εἰς αὐτὸ | |
5 | καταδῦσι καὶ κρυπτομένοις ἐπήρκεσεν Οὕτω Ξενίων ἐν τοῖς Περὶ Κρήτης. | |
---|---|---|
3 | Stephanus Byz.: Ἀρκάδες, πόλις Κρήτης, ὡς Ξενίων ἐν Κρητικοῖς. Οἱ πολῖται ὁμοίως Ἀρκάδες. Δημήτριος δὲ οὐκ Ἀρκάδες τὴν πόλιν, ἀλλ’ Ἀρκαδίαν φησίν. | |
4 | Idem: Δραγμὸς, πόλις Κρήτης, ὡς Ξενίων ἐν τοῖς Κρητικοῖς. Τὸ ἐθνικὸν Δράγμιος ἢ Δραγμίτης, ὅπερ ἄμεινον. | |
5 | Idem: Εἴνατος, πόλις Κρήτης, ὡς Ξενίων φησί. Τὸ ἐθνικὸν Εἰνάτιος. Τινὲς δὲ ὄρος καὶ ποταμὸν, ἐν ᾧ τι‐ μᾶσθαι τὴν Εἰλείθυιαν Εἰνατίην. | |
6 | Idem: Ἔλυρος, πόλις Κρήτης, ὡς Ξενίων ἐν Κρήτῃ. Ὁ πολίτης Ἐλύριος. | |
7 | Idem: Καμάρα, πόλις Κρήτης· καὶ ὁ πολίτης Κα‐ μαραῖος. Ξενίων ἐν Κρητικοῖς φησί· «Καὶ Λατὼ ἐλέ‐ γετο.» | |
8 | Idem: Κάντανος, πόλις Κρήτης, ὡς Ξενίων, ἐν | |
περιορίου Κρητικοῦ τόπῳ. Τὸ ἐθνικὸν Καντάνιος. | 528 | |
9 | Idem: Λάμπη, πόλις Κρήτης, Ἀγαμέμνονος κτίσμα, ἀπὸ Λάμπου τοῦ Ταρραίου. Τὸ ἐθνικὸν Λαμπαῖος. Κλαύδιος δὲ Ἰούλιος Λαμπέας αὐτούς φησιν. Ἔστι καὶ δευτέρα τῆς Ἀκαρνανίας, καὶ τρίτη τῆς Ἀργολίδος, ὡς | |
5 | Φίλων. Ξενίων δὲ ἐν Κρητικοῖς διὰ (δύο) ππ γράφει τὴν πόλιν τὴν Κρητικὴν, καὶ διὰ (δύο) αα καὶ διὰ τοῦ η. | |
10 | Idem: Ὄαξος, πόλις Κρήτης, Ἐλευθέρνης οὐ πόρρω, καθὰ Ξενίων, ἀπὸ Ὀάξου τοῦ Ἀκακάλλιδος, τῆς θυγατρὸς τοῦ Μίνω. Τινὲς δὲ διὰ τὸ κατὰ γῆν εἶναι τὸν | |
5 | τόπον· καλοῦσι γὰρ τοὺς τοιούτους τόπους ἄξους, καθάπερ καὶ ἡμεῖς ἀγμούς. Ὁ πολίτης Ὀάξιος. | |
11 | Idem: Ὀλοῦς, πόλις Κρήτης, Ξενίων ἐν τοῖς Κρη‐ τικοῖς. Ὁ πολίτης Ὀλούντιος. | |
12 | Idem: Ὑδραμία, πόλις Κρήτης, ὡς Ξενίων ὁ τὰ Κρητικὰ γράψας. Οἱ πολῖται Ὑδραμιεῖς, ὡς Μεγα‐ ρεῖς. | |
13 | Idem: Φαλάσαρνα, πόλις Κρήτης, ἀπὸ Φαλασάρ‐ νης. Ὁ πολίτης Φαλασάρνιος, ὡς Ξενίων φησίν. | |
14 | Idem: Ὤλερος, Κρητικὴ πόλις, περὶ ἧς Ξενίων ἐν Κρητικοῖς φησι· «Πορρωτέρω δὲ τῆς Ἱεραπύτνης Ὤλε‐ ρος ἦν πόλις, ἐφ’ ὑψηλοῦ μὲν ᾠκισμένη τόπου.» Ὁ πο‐ λίτης Ὠλέριος, καὶ Ὠλερία Ἀθηνᾶ. Τὸ οὐδέτερον | |
5 | Ὠλέριον· φησὶ γὰρ οὕτω· «Τῇ δὲ θεῷ ταύτῃ ἑορτὴν ἄγουσιν Ἱεραπύτνιοι, τὴν δὲ ἑορτὴν Ὠλέρια προσαγο‐ | |
ρεύουσιν.» | 529 |